Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.329 Joseph. BJ 7.336 (English) >>Joseph. BJ 7.343

7.333ὑπὲρ ὧν μὴ τοῖς ἐχθίστοις Ῥωμαίοις δίκας ἀλλὰ τῷ θεῷ διʼ ἡμῶν αὐτῶν ὑπόσχωμεν· αὗται δέ εἰσιν ἐκείνων μετριώτεραι· 7.334θνησκέτωσαν γὰρ γυναῖκες ἀνύβριστοι καὶ παῖδες δουλείας ἀπείρατοι, μετὰ δʼ αὐτοὺς ἡμεῖς εὐγενῆ χάριν ἀλλήλοις παράσχωμεν καλὸν ἐντάφιον τὴν ἐλευθερίαν φυλάξαντες. 7.335πρότερον δὲ καὶ τὰ χρήματα καὶ τὸ φρούριον πυρὶ διαφθείρωμεν· λυπηθήσονται γὰρ Ῥωμαῖοι, σαφῶς οἶδα, μήτε τῶν ἡμετέρων σωμάτων κρατήσαντες καὶ τοῦ κέρδους ἁμαρτόντες. 7.336τὰς τροφὰς μόνας ἐάσωμεν· αὗται γὰρ ἡμῖν τεθνηκόσι μαρτυρήσουσιν ὅτι μὴ κατʼ ἔνδειαν ἐκρατήθημεν, ἀλλʼ ὥσπερ ἐξ ἀρχῆς διέγνωμεν, θάνατον ἑλόμενοι πρὸ δουλείας.” 7.337

Ταῦτα Ἐλεάζαρος ἔλεγεν. οὐ μὴν κατʼ αὐτὸ ταῖς γνώμαις προσέπιπτε τῶν παρόντων, ἀλλʼ οἱ μὲν ἔσπευδον ὑπακούειν καὶ μόνον οὐχ ἡδονῆς ἐνεπίμπλαντο καλὸν εἶναι τὸν θάνατον νομίζοντες, 7.338τοὺς δʼ αὐτῶν μαλακωτέρους γυναικῶν καὶ γενεᾶς οἶκτος εἰσῄει, πάντως δὲ καὶ τῆς ἑαυτῶν προδήλου τελευτῆς εἰς ἀλλήλους ἀποβλέποντες τοῖς δακρύοις τὸ μὴ βουλόμενον τῆς γνώμης ἐσήμαινον. 7.339τούτους ἰδὼν Ἐλεάζαρος ἀποδειλιῶντας καὶ πρὸς τὸ μέγεθος τοῦ βουλεύματος τὰς ψυχὰς ὑποκλωμένους ἔδεισε, μή ποτε καὶ τοὺς ἐρρωμένως τῶν λόγων ἀκούσαντας αὐτοὶ συνεκθηλύνωσι ποτνιώμενοι καὶ δακρύοντες. 7.340οὔκουν ἀνῆκε τὴν παρακέλευσιν, ἀλλʼ αὑτὸν ἐπεγείρας καὶ πολλοῦ λήματος πλήρης γενόμενος λαμπροτέροις ἐνεχείρει λόγοις περὶ ψυχῆς ἀθανασίας,



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.329 Joseph. BJ 7.336 (English) >>Joseph. BJ 7.343

Powered by PhiloLogic